PARACLÈSE À ST NICÉPHORE LE LÉPREUX
texte en grec de la Paraklisis
ICI (pdf en bas de page)
Παρακλητικός Κανών εις τον Όσιον Νικηφόρον τον λεπρόν
Τον παρακάτω Παράκλητικό Κανόνα, τον παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένος ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσε ιμαζί μας....
Τῌ Δ´ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νικηφόρου τοῦ λεπροῦ, τοῦ ἐν Χίῳ ἐπ᾿ ἐσχάτων τῇ καρτερίᾳ ἀθλήσαντος καὶ ἐν ἀσκήσει διαπρέψαντος.
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὰ ἑξῆς τροπάρια.
Ἧχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς καρτερίας τὸν σεπτὸν ἀθληφόρον, τὸν συννοσήσαντα λεπροῖς Νικηφόρον, πνευματικαῖς ὑμνήσωμεν ᾠδαῖς οἱ πιστοί, ὅτι θεῖον ἐγκαλλώπισμα ἐν ἐσχάτοις τοῖς χρόνοις, οὗτος ἀναδέδεικται, καὶ κλέος μοναζόντων, καὶ τῶν Ὁσίων σύσκηνος ὁμοῦ, καὶ τῶν νοσούντων ὑπέρμαχος ἄληκτος.
Δόξα. Ἐν σοὶ πάτερ ἀκριβῶς.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ Ψαλμὸς καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς:
ΝΙΚΗΝ ΦΕΡΕΙΣ, ΟΣΙΕ, ΤΗΝ ΝΙΚΗΣΑΣΑ ΚΟΣΜΟΝ.
Στίχος: Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νοσήσας ἐν σώματι ἀθλητά, ὑγιὴς εὑρέθης, τὴν καρδίαν ὡς καὶ τὸν νοῦν, ὅτι ἀπὸ λέπρας ἁμαρτίας, μοναστικοῖς ἐκαθάρθης παλαίσμασιν.
Ἰάσεις μὴ παύσῃ παντοδαπάς, παρέχειν ἀσμένως, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σορῷ τῶν θείων σου λειψάνων, καὶ ἀνιάτως νοσοῦσιν πανόλβιε.
Καλλίμορφος ὤφθης τῇ σῇ ψυχῇ, ὅτι ταύτην κόσμῳ, κατελάμπρυνας ἀρετῶν, ὅθεν ὑπὲρ κόσμου τὸν Νυμφίον, τὸν ὡραιότατον κάλλει ἱκέτευε.
Θεοτοκίον.
Ἡδύοινος ἄμπελος Ἀγαθή, ὑπάρχεις καρδίας, ἡ εὐφραίνουσα μυστικῶς, πέπειρον ἡ φέρουσα τὸν βότρυν, οὗ γλυκασμὸν σοῖς ἱκέταις κατάπεμψον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νικηφόρος ἐδείχθης, ἐν τῷ σφοδρῷ Ὅσιε, μετὰ τοῦ βελίαρ πολέμῳ, ὅτε ἐπάταξας, τῇ ταπεινώσει σου, τὰς μηχανὰς τῶν δαιμόνων, καὶ τὸν ἀμαράντινον, εἴληφας στέφανον.
Φθίσει τῶν ὀφθαλμῶν σου, πνευματικὰ ἤνοιξας, ὅμματα πρὸς θέαν ἀκτίστου, φωτὸς τρισόλβιε, διὸ αἰτοῦμέν σε, φώτισον φέγγει ἀκτίστῳ, τῷ σὲ καταυγάσαντι, τοὺς ἀνυμνοῦντάς σε.
Εὐμενείας ἐνθέου, παρὰ Χριστοῦ ἔτυχας, καίπερ ἐν τῷ σώματι πόνων, πλῆθος ὑπήνεγκας, Θεοῦ γὰρ δύναμις, ἐτελειώθη παμμάκαρ, Νικηφόρε Ὅσιε, ἐν ἀσθενείᾳ σου.
Θεοτοκίον
Ῥῶσιν δίδου Παρθένε, ψυχῆς καὶ τοῦ σώματος, πᾶσι τοῖς πιστοῖς Νικηφόρου, εὐχαῖς δεόμεθα· οὐδὲν ἀδύνατον, ἐν σοὶ Ἁγνὴ Θεοτόκε, ὅτι ἐν τῷ θέλειν σε, ἅμα τὸ γίγνεσθαι.
Διάσωσον, ἀπὸ τῆς λέπρας τρισμάκαρ τῆς ἁμαρτίας, Νικηφόρε καὶ τῶν ἀλγίστων πόνων τοῦ σώματος, τοὺς ὕμνον προσάγοντάς σοι θεόφρον.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Φλογμὸν τῶν παθῶν, πρεσβείᾳ σου ἀπόσβεσον, καὶ νόσους πικράς, θαυματουργῶς θεράπευσον, Νικηφόρε Ὅσιε, ὁ πιστὸς λαὸς ἀνακράζει σοι, ὅτι ἐκ σοῦ προσμένει ταχινήν, βοήθειαν πάτερ καὶ ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐξαπόστειλον Ὅσιε, δύναμιν ἐξ ὕψους τοῖς δεομένοις σου, ὡς ἂν νίκας κατορθώσωμεν, κατὰ τῆς μανίας τοῦ ἀλάστορος.
Ἰταμὸν ἀντικείμενον, ἔχθραν καθ’ ἡμῶν πάτερ τὸν φερόμενον, τοὺς τιμῶντάς σε ἀξίωσον, λίθῳ καταλεῦσαι τῷ τῆς πίστεως.
Σαρκοφθόρα νοσήματα, ἀπ’ ἐμοῦ ἀπέλασον πάτερ κλίνης με, ἐξεγείρων ἀρρωστίας μου, καὶ στρωμνῆς μου ἅγιε κακώσεως.
Θεοτοκίον.
Ὀφθαλμοὺς τῆς καρδίας μου, ἄνοιξον φωτὶ τῷ ἐκ σοῦ πηγάσαντι, φαεσφόρε Ἀειπάρθενε, ὅπως κατοπτεύσω φῶς τὸ ἄϋλον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῆψιν τῶν μελῶν, τῶν ἐν γῇ καὶ τούτων νέκρωσιν, καθὰ κελεύει Παῦλος ὁ τῶν ἐθνῶν, ὦ Νικηφόρε πρεσβείαις σου κατορθώσαιμεν.
Ἴαμα ψυχῶν, καὶ σωμάτων τὰ σὰ λείψανα, τὰ ἱερὰ ὑπάρχουσιν ἀληθῶς, δι’ ὧν θεράπευε ἅγιε τοὺς ἱκέτας σου.
Ἔξω τῶν θυρῶν, οἰκτιρμῶν Χριστοῦ ἱστάμενος, καὶ καρτερίᾳ κρούων πάτερ ζητῶ, ἵνα ἀνοίξῃς μοι ταύτας κλείθρῳ πρεσβείας σου.
Θεοτοκίον.
Τέθριππον Ἁγνή, ὁδηγεῖσαι καταξίωσον, ἐξ ἀρετῶν τεσσάρων τὸν νοῦν πιστῶν, ἐγκρατείας προσευχῆς ἀγάπης πίστεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠσθένησα, ἀνιάτως ὅσιε, ἀπὸ φαύλης ἀρρωστίας καὶ νόσου, φέρων πταισμάτων τὰ στίγματα ὅλως, ἐν τῇ σαρκί μου καὶ οὕτως σοῦ δέομαι, δός μοι ἀντίδοτον ζωῆς, ἐκπηγάζον ἐκ θείων λειψάνων σου.
Νεόφυτον, ἐφυτεύθης ἅγιε, ἄνθος πάτερ τὸ μυρίπνοον κήπῳ, τοῦ Παραδείσου ὀσμὴν ὅθεν πέμψον, καὶ τὴν λεπτὴν εὐωδίαν τοῦ Πνεύματος, τοῖς ἐν δυσώδει τῶν παθῶν, καθημένοις βορβόρῳ, πανόλβιε.
Νηφάλιον, σεαυτὸν ἐφύλαξας, ὑπομείνας πολυώδυνον νόσον, ἐν ᾧ γὰρ πέπονθας δύνασαι πάτερ, ὡς συμπαθὴς βοηθῆσαι τοῖς πάσχουσιν, διὸ ἐπάκουσον ἡμῶν, αἰτουμένων ἐκ σοῦ τὴν ἀντίληψιν.
Θεοτοκίον.
Ἱμάτιον, τῆς ψυχῆς ἐσπίλωσα, ἀπὸ ῥύπου ἁμαρτίας τὸ σῶμα, καὶ σοὶ κραυγάζω ἐκ βάθους καρδίας, Ἁγνὴ Παρθένε ταχέως μὲ κάθαρον, ὅπως εἰσέλθω οὖν κἀγώ, εἰς Νυμφῶνα Οὐράνιον Δέσποινα.
Διάσωσον, ἀπὸ τῆς λέπρας τρισμάκαρ τῆς ἁμαρτίας, Νικηφόρε καὶ τῶν ἀλγίστων πόνων τοῦ σώματος, τοὺς ὕμνον προσάγοντάς σοι θεόφρον.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Ἐπεφάνης σήμερον.
Νικηφόρε Ὅσιε, ὡς ὁ εὐγνώμων, τῶν λεπρῶν ὁ δέκατος, τῷ σὲ τιμήσαντι καλῶς, ἐν παρρησίᾳ παρίστασαι, διὸ σὲ πάντες ἀξίως γεραίρομεν.
Προκείμενον καὶ στίχος τῶν Ὁσίων.
Εὐαγγέλιον: ΙΒ΄ Λουκᾶ (Δέκα λεπρῶν).
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Εἶτα τὸ παρὸν τροπάριον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νίκης τὸν φερώνυμον, ἀνευφημήσωμεν πάντες, τῶν λεπρῶν τὸ καύχημα, τούτων δὲ ὑπόδειγμα ὡραιότατον, προσευχῆς ἀνθρωπον, μοναστῶν τὸν τύπον, ἐραστὴν τῆς ταπεινώσεως, καὶ ἐγκρατείας τε, καὶ ὑπομονῆς καὶ τῆς πίστεως, τὸν ὡς ἀστέρα λάμποντα, ἀγλαοφανῶς στερεώματι, τῷ ἐπουρανίῳ, καὶ οὕτως Νικηφόρον τὸν λεπρόν, καθικετεύσωμεν· πρέσβευε, ὑπὲρ κόσμου Ὅσιε.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.
Ἐλέει καὶ οἰκτιρμοῖς.
ᾨδὴ ζ ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κρυφηδὸν ἡγιάσθης, λάθρᾳ πάτερ βιώσας ὡς ἀληθὴς ἀσκητῶν, καὶ μοναζόντων τύπος καὶ πλοῦτον ἀρετῶν σου, εὐλαβῶς σὺ ἀπέκρυψας, ἀλλὰ πιστοῖς εὐκρινῶς, φανέρωσον σὴν χάριν.
Ἡδονὰς ἐν τῷ βίῳ, δυσαλγεῖς δ’ ἀπολαύσεις ἐγκαταλείψας σοφέ, καὶ ἄλγος προτιμήσας, τῆς λέπρας ἐν ὀδύνῃ, Παραδείσου ἀπήλαυσας, ἐν ᾧ βοήθει ἡμῖν, οἰκῆσαι Νικηφόρε.
Σηρικάρι καυχᾶται, ἐν Θεῷ οὗπερ γόνος ὑπῆρξας πάτερ λαμπρός, διὸ καὶ τῆς ὑγείας, τῶν τούτου οἰκητόρων, ἐπιμέλου ἑκάστοτε, ὡς εὐγενὴς ἀληθῶς, ὁσίων συμπολίτης.
Θεοτοκίον.
Ἀνακούφισον ὅλως, ἀπὸ θλίψεως πάσης ὀδυνομένην ψυχήν, τοῦ δούλου σου Πάρθένε, καὶ χάρισαί μοι Κόρη, εὐφροσύνην οὐράνιον, ἵνα Ἁγνὴ εὐσεβῶς, ὕμνοις σὲ μεγαλύνω.
ᾨδὴ η ΄. Τὸν Βασιλέα.
Σκόλοψ ἐδόθη, ἐν τῇ σαρκὶ Νικηφόρε, πολυστένακτος λέπρας ἡ νόσος, ἥν γενναιοφρόνως, ὑπήνεγκας θεόφρον.
Ἀδιαλείπτως, σὺν τοῖς ἐνδόξοις ἁγίοις, Ζωτικῷ καὶ Ἀνθίμῳ ἐν Χίῳ, πάτερ Νικηφόρε, εὔχου ὑπὲρ τοῦ κόσμου.
Νίπτρῳ πταισμάτων, τοῖς σοῖς εὐκάρποις δακρύοις, τὴν ψυχήν σου ἐλεύκανας πάτερ, ὅθεν μετανοίας, καρποὺς ποιεῖν με δεῖξον.
Κακοπαθείας, ἀπάλλαξόν με ἐν τάχει, καὶ δεινῆς ἀρρωστίας μὲ ῥῦσαι, τῇ συμπαθεστάτῃ, πρεσβείᾳ σου, Παρθένε.
ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Οἰμώγματος καὶ θρήνου, τοῦ ἐμοῦ ἀκούσας, ὑπὲρ ἐμοῦ ἱκετεύων μὴ παύσῃ Χριστῷ, ὅτι δειναῖς ἁμαρτίαις, πάτερ ἀπόλλυμαι.
Σαγήνῃ ἄγρευσόν με, τοῦ Χριστοῦ καὶ ῥῦσαι, ἐπαπειλοῦντός με κήτους ψυχήν μου σεμνέ, εἰς σωτηρίας ὀλκάδα, ἐπιβιβάσας με.
Μὴ παύσῃ Νικηφόρε, τῷ Χριστῷ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ἐπαίνοις τιμώντων τὴν σήν, ἀσκητικὴν πολιτείαν, τὴν πολυζήλωτον.
Δόξα.
Ὀχλώδη ἀρρωστίαν, ἴασαι καὶ λέπραν, τῶν ἐφαμάρτων παθῶν μου πρεσβείαις ταῖς σαῖς, καὶ Παραδείσου τυχεῖν με, πάτερ ἀξίωσον.
Καὶ νῦν.
Νεφέλη φαεσφόρε, Μῆτερ τοῦ Σωτῆρος, ἀπὸ σκοταίας ἐρήμου ὁδήγει ἡμᾶς, εἰς τὴν Ἐδὲμ θεοπτίας, τοὺς σὲ γεραίροντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς καὶ τὰ παρόντα μεγαλυνάρια.
Ὕμνοις μεγαλύνωμεν ἐκτενῶς, θεῖον Νικηφόρον, τὸν συμπάσχοντα τοῖς λεπροῖς, τὸν ἐν ταπεινώσει, καὶ ὅπλῳ μετανοίας, ἐκσπάσαντα δαιμόνων, τὰ μηχανήματα.
Λέπραν ὑπομείνας σωματικήν, ἐλυτρώθης πάτερ, τῇ ψυχῇ σου καὶ γοερῶς, ἐν ταῖς προσευχαῖς σου, θρηνήσας ἁμαρτίας, ἐν μετανοίᾳ εὗρες, χαρὰν οὐράνιον.
Νικηφόρε Ὅσιε ἀσκητά, μὴ ἐπιλανθάνου, παραλύτων πνευματικῶς, ἀλλ’ ἀπὸ τῆς κλίνης, ἀθλίας ὀκνηρίας, καὶ φαύλης ἁμαρτίας, τούτους ἀνάστησον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον καὶ τὸ παρὸν Ἀπολυτίκιον.
Ἀπολυτίκιον: Ἐν σοὶ, πάτερ, ἀκριβῶς.
Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Νικηφόρον τὸν λεπρόν, πάντες οἱ πιστοὶ γηθοσύνως, ἀνευφημήσωμεν, οὗτος γὰρ τὸ φρόνημα ἐγκαταλείψας σαρκός, ὡς ἐπίγειος ἄγγελος, ἐφάνη ἐν κόσμῳ, πάντοτε δεόμενος ἀδιαλείπτῳ εὐχῇ, τοῦ ἠγαπημένου Σωτῆρος, καὶ ὑπομονῆς τῷ σταδίῳ, στέφος ἐκομίσατο ἀμάραντον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,
ἐλέησον ἡμᾶς. Αμήν.
Commentaires